Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.390 Joseph. AJ 8.395 (English) >>Joseph. AJ 8.399

8.393

Καὶ Ἄχαβος μὲν ἐν τούτοις ἦν· ἐπάνειμι δὲ ἐπὶ τὸν Ἱεροσολύμων βασιλέα Ἰωσάφατον, ὃς αὐξήσας τὴν βασιλείαν καὶ δυνάμεις ἐν ταῖς πόλεσι ταῖς ἐν τῇ τῶν ὑπηκόων χώρᾳ καταστήσας οὐδὲν ἧττον Ἀβία τοῦ πάππου καταληφθείσης τῆς Ἐφράμου κληρουχίας Ἱεροβάμου βασιλεύοντος τῶν δέκα φυλῶν φρουρὰς ἐγκαθίδρυσεν. 8.394ἀλλʼ εἶχεν εὐμενές τε καὶ συνεργὸν τὸ θεῖον δίκαιος ὢν καὶ εὐσεβὴς καὶ τί καθʼ ἑκάστην ἡμέραν ἡδὺ ποιήσει καὶ προσηνὲς τῷ θεῷ ζητῶν. ἐτίμων δʼ αὐτὸν οἱ πέριξ βασιλικαῖς δωρεαῖς, ὡς πλοῦτόν τε ποιῆσαι βαθύτατον καὶ δόξαν ἄρασθαι μεγίστην. 8.395

Τρίτῳ δʼ ἔτει τῆς βασιλείας συγκαλέσας τοὺς ἡγεμόνας τῆς χώρας καὶ τοὺς ἱερεῖς ἐκέλευε τὴν γῆν περιελθόντας ἅπαντα τὸν λαὸν τὸν ἐπʼ αὐτῇ διδάξαι κατὰ πόλιν τοὺς Μωσείους νόμους καὶ φυλάσσειν τούτους καὶ σπουδάζειν περὶ τὴν θρησκείαν τοῦ θεοῦ. καὶ ἥσθη πᾶν τὸ πλῆθος οὕτως, ὡς μηδὲν ἄλλο φιλοτιμεῖσθαι μηδὲ ἀγαπᾶν ὡς τὸ τηρεῖν τὰ νόμιμα. 8.396οἵ τε προσχώριοι διετέλουν στέργοντες τὸν Ἰωσάφατον καὶ πρὸς αὐτὸν εἰρήνην ἄγοντες· οἱ δὲ Παλαιστῖνοι τακτοὺς ἐτέλουν αὐτῷ φόρους καὶ Ἄραβες ἐχορήγουν κατʼ ἔτος ἄρνας ἑξήκοντα καὶ τριακοσίους καὶ ἐρίφους τοσούτους. πόλεις τε μεγάλας ὠχύρωσεν ἄλλας τε καὶ βαρεῖς, καὶ δύναμιν στρατιωτικὴν πρὸς πολέμους ηὐτρέπιστο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.390 Joseph. AJ 8.395 (English) >>Joseph. AJ 8.399

Powered by PhiloLogic